Ποίημα Ἁγίου Δημητρίου, Μητροπολίτου ῾Ροστώβ,
τοῦ θαυματουργοῦ
Ὑπεραγία Θεοτόκε Παρθένε, σκέπε με, καὶ διαφύλαττε τὸν δοῦλον σου ἀπὸ παντὸς κακοῦ ψυχῆς τε καὶ σώματος, καὶ ἀπὸ παντὸς ἐχθροῦ ὁρατοῦ καὶ ἀοράτου.
Χαῖρε, κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ. Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.
Χαῖρε καὶ εὐφραίνου, Θεοτόκε Παρθένε. καὶ πρέσβευε ὑπὲρ τοῦ δούλου σου. Κυρία καὶ Δέσποινα τῶν ἀγγέλων καὶ μήτηρ τῶν χριστιανῶν, βοήθησόν μοι τῷ δούλῳ σου.
῏Ω Μαρία παναμώμητε· χαῖρε, νύμφη ἀνύμφευτε. Χαῖρε ἡ χαρὰ τῶν θλιβομένων καὶ ἡ παραμυθία τῶν λυπουμένων.
Χαῖρε, ἡ τροφὴ τῶν πεινώντων καὶ ὁ λιμὴν τῶν χειμαζομένων. Χαῖρε, τῶν Ἁγίων ἁγιωτέρα καὶ πάσης κτίσεως τιμιωτέρα.
Χαῖρε, τοῦ Πατρὸς τὸ ἁγίασμα, τοῦ Υἱοῦ τὸ σκήνωμα καὶ τοῦ Ἁγίου Πνεύματος τὸ ἐπισκίασμα.
Χαῖρε, τοῦ πάντων βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τὸ τερπνὸν παλάτιον.
Χαῖρε, ἡ μήτηρ τῶν ὀρφανῶν καὶ ἡ βακτηρία τῶν τυφλῶν. Χαῖρε, τὸ καύχημα τῶν χριστιανῶν καὶ τῶν προσκαλουμένων σε ὁ ἕτοιμος βοηθός.
Παναγία Δέσποινά μου, φύλαξόν με ὑπὸ τὴν σκέπην σου· ὅτι εἰς τὰς παναχράντους χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Γενοῦ βοηθὸς καὶ σκέπη τῆς ψυχῆς μου, ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως· καὶ πρέσβευε ὑπὲρ ἐμοῦ τοῦ ἀναξίου, ἵνα εἰσέλθω καθαρὸς καὶ ἁγνὸς εἰς τὸν Παράδεισον.
Μὴ ἀποῤῥίψῃς με, Κυρία μου, τὸν δοῦλόν σου, ἀλλὰ βοήθησόν μοι καὶ δός μοι τὸ συμφέρον τῆς αἰτήσεως.
Λύτρωσαί με ἀπὸ παντὸς κινδύνου, ἐπιβουλῆς,
ἀνάγκης καὶ ἀσθενείας, καὶ δώρησαί μοι πρὸ τοῦ τέλους μετάνοιαν, ἵνα σῳζόμενος
τῇ βοηθείᾳ σου, ἐν μὲν τῷ παρόντι βίῳ ἀπὸ παντὸς ἐχθροῦ ὁρατοῦ καὶ ἀοράτου,
πορευόμενος θεαρέστως ἐν τοῖς θελήμασι τοῦ ἀγαπητοῦ σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, ἐν
δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἀπὸ τῆς αἰωνίου καὶ φοβερᾶς κολάσεως, ἵνα
προσκυνῶ, εὐχαριστῶ καὶ δοξάζω τὸ πανάγιον ὄνομά σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
᾿Αμήν.
No comments:
Post a Comment